Amfipoli News: ΧΡΥΣΑ ΚΑΙ ΑΡΓΥΡΑ ΜΕΤΑΛΛΑ ΣΤΟ ΟΡΟΣ ΠΑΓΓΑΙΟΝ

Πέμπτη 24 Αυγούστου 2023

ΧΡΥΣΑ ΚΑΙ ΑΡΓΥΡΑ ΜΕΤΑΛΛΑ ΣΤΟ ΟΡΟΣ ΠΑΓΓΑΙΟΝ

 


Το Παγγαίον - ὄρος περὶ Φιλίππους ἐστὶ τῆς Μακεδονίας 

χρυσοῦ μέταλλα ἔχον.

ΣΤΡΑΒΩΝ – ΓΕΩΓΡΑΦΙΚΑ

“...ἔστι δ' ὁ Ἄθων ὄρος μαστοειδὲς ὀξύτατον 

ὑψηλότατον· οὗ οἱ τὴν κορυφὴν οἰκοῦντες ὁρῶσι τὸν 

ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν τριῶν τῆς ἐν τῇ παραλίᾳ 

ἀνατολῆς. 

καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου ὁ περίπλους τῆς χερρονήσου 

ἕως Σταγείρου, πόλεως τοῦ   

Ἀριστοτέλους, στάδια τετρακόσια, ἐν ᾗ λιμὴν ὄνομα 

Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ 

Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης Γαληψὸς Ἀπολλω-

νία, πᾶσαι πόλεις· 

εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, 

ὡς Φίλιππος καὶ Ἀλέξανδρος ὁ τούτου παῖς διώριζον ἐν τοῖς κατ' αὐτοὺς 

χρόνοις. 

εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις 

καὶ ἕτεραι, οἷον Μύρκινος Ἄργιλος Δραβῆσκος Δάτον, 

ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια 

καὶ χρυσοῦ μέταλλα· ἀφ' οὗ καὶ παροιμία “Δάτον ἀγαθῶν,” 

ὡς καὶ “ἀγαθῶν ἀγαθῖδας.” 

 Ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, 

ὅπου νῦν οἱ Φίλιπποι πόλις ἵδρυται, πλησίον τοῦ 

Παγγαίου ὄρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα 

καὶ ἀργυρεῖα ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐντὸς τοῦ 

Στρυμόνος ποταμοῦ μέχρι Παιονίας· φασὶ δὲ καὶ τοὺς 

τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα 

μόρια”.

ΕΥΡΙΠΙΔΗΣ

“...περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς 

 λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις, 

 ὅτ' ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας 

 Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι 

 Μοῦσαι μεγίστην εἰς ἔριν μελωιδίας 

 κλεινῶι σοφιστῆι Θρηικὶ κἀτυφλώσαμεν 

 Θάμυριν, ὃς ἡμῶν πόλλ' ἐδέννασεν τέχνην”.

Διαβάστε επίσης:



Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου