Του Ευμηχάνου Μοσχονά
Ἀνέθεκε ταῖς νύμφαις!
Τέσσαρες ποικιλόχρωμοι πίνακες ξύλου ἀναθηματικοὶ ηὑρέθησαν τῷ 1935 ἐν σπηλαίῳ τινι οὐκ ἄποθεν Ξυλοκάστρου, ἀμφὶ τὰ πεντεκαίδεκα χιλιόμετρα. Ἐν τῷ Ἀρχαιολογικῷ δὲ τῶν Ἀθηνῶν Μουσείῳ ἔκτοτε εἰς ἐπίδειξιν κεῖνται. Περὶ τοῦ ἑνὸς δ' ἐξ αὐτῶν ἅπας ὁ παρ' ἐμοῦ λόγος ἔσται ὅς πομπὴν θυσίας ταῖς νύμφαις ἀπεικονίζει, πεποιημένην κατὰ τὸν 6ον αἰῶνα.
Ὡς ὁρᾶτε, γυναικείους μορφὰς τρεῖς ὁ πίναξ ἐγγεγραμμένας ἔχει ὁμοῦ τρισί παιδικαῖς καὶ μιᾷ δυσδιακρίτῳ ἀνδρικῇ ἀμπεχομένῃ κυανοῦν ἱμάτιον ἐν ἀριστερᾷ. Αἱ μορφαὶ στέφανον περὶ τὴν κεφαλὴν φέρουσι καὶ τῶν ἱματὶων οὐ τὰ φαῦλα ἀλλὰ τὰ κάλλιστα ἠμφιεσμέναι εἰσὶν.
Ἐκ ποικίλων δ' ὁ πίναξ ἐγγέγραπται χρωμάτων ἦτοι τοῦ κυανοῦ, τοῦ ἐρυθροῦ καὶ τοῦ κιτρίνου.
Περίγραμμα δὲ ἔντονον μέλαν ἄνευ σκιάσεως αἱ μορφαὶ ἔχουσι πλὴν τῶν γυναικείων αἵ ἐρυθρὸν ἐπὶ τῆς σαρκὸς τὸ περίγραμμα ἔχουσιν. Μέλαινα δὲ κόμην φέρουσιν κατὰ τὴν τότε τεχνοτροπὶαν. Λευκότερον δὲ τὸ δέμας αἱ γυναικεῖαι μορφαὶ ἔχουσιν.
Ἐπὶ δεξιὰ αἱ παιδικαὶ μορφαὶ πορεύονται φέρουσαι ἱμάτιον ὡς ἀκολούθως: Ἡ μὲν ἐν δεξιᾷ, νεωτέρα οὖσα ἐρυθρὸν, ἡ ἐν μέσῳ (λύραν ἐν χερσὶν ἔχουσα) κυανῆν καὶ ἡ ἐν ἀριστερᾷ (δίαυλον ἐν χερσὶν ἔχουσα) ἐρυθρὸν.
Ὁ ἐν δεξιᾷ παῖς ἀμνὸν ἐπὶ θυσίαν ταῖς νύμφαις ἄγει, ἱμάντι ἐρυθρῷ αὐτὸν συγκρατῶν, τὴν κεφαλὴν κλίνων εἰς σεβασμὸν. Ὁ ἐν μέσῳ ἑπτάτονον λύραν ἐν χερσὶν ἔχων λυρίζει αὐτὴν καὶ ὁ τρίτος δίαυλον αὐλίζει.
Ἐν δεξιᾷ, ἡ τὴν πομπὴν ἄγουσα γυνὴ, κανηφόρος καλεῖται ὅτι ἐπὶ τῆς κεφαλῆς αὑτῆς κανοῦν φέρει ἐν ᾧ τὰ πρὸς θυσὶαν σκεύη ἐστὶν, ὥσπερ πυξὶς, οἰνοχόη καὶ σμικρὸν κιβωτίδιον. Οἶνον δὲ ἐγχεῖ ἡ γυνὴ πρὸς σπονδὴν νεωτέρα οὖσα τῶν ἄλλων ὡς δῆλον ἐστὶν ἐκ τῆς κόμης ἀλλὰ καὶ ἐκ τοῦ ὕψους αὐτῆς. Ἡ ἐν μέσῳ γυνὴ ταινίαν ἐν χερσὶν ἔχει καὶ ἡ ἐν ἀριστερᾷ δύο κλώνους μύρτου καὶ ταινίαν.
Διὰ τοῦ Κορινθιακοῦ ἀλφαβήτου ὁμοῦ τῇ Δωρικῇ φωνῇ ἐπιγεγραμμένος ὁ πίναξ ἐστὶν.
Ἐν τῷ ἐπάνω τοῦ πίνακος γέγραπται ΑΝΕΘΕΚΕ ΤΑΙΣ ΝΥΜΦΑΙΣ καὶ ἐν δεξιᾷ ΚΟΡΙΝΘΙΟΣ.
Ὑπεράνω τῶν γυναικείων μορφῶν τὸ ἑκάστης ὄνομα γέγραπται ἦτοι:
- ΕΥΘΥΔΙΚΑ,
- ΕΥΚΟΛΙΣ,
- ΕΘΕΛΟΝΧΗ.
Εὐθυδίκα (ὀρθὴ κρίσις) ὄνομα ἐκ Κρήτης δοκεῖ εἶναι, ἡ Εὐκολὶς (Εὐκολία) καὶ ἡ Ἐθελόνχη (θέλησις) ἄγνωτα τὸ παράπαν ὀνόματὰ ἐστιν.
Τὴν ὁδὸν δὲ τοῦ μουσικοῦ ἀνδρὸς διὰ τεσσάρων βαθμίδων δείκνυσιν ἥδε ἡ εἰκὼν, συνάπτουσα ἑκάστην βαθμίδα μετὰ γυναικὸς τινὸς. Κατὰ τὴν πρώτην τὸ παιδίον ἰδίᾳ θελήσει (ἐθελόνχη) θυσίαν ταῖς Μούσαις ποιεῖ. Μελετῶν δὲ καὶ ἀσκῶν ὁ παῖς τὴν λύραν ἀλλὰ καὶ τὸν δίαυλον μάλα ἱκανὸς περὶ τὴν μουσικὴν (Εὐκολὶς) γίγνεται. Οὕτως ἡ Εὐκολὶς δείκνυσι διὰ τῆς ταινίας τὰς νίκας τοῦ ἀνδρὸς. Ἡ Εὐθυδίκα δείκνυσι τὴν ὀρθὴν τοῦ μουσικοῦ κρίσιν ἔχουσα κλάδον μύρτου ὁμοῦ τῇ ταινίᾳ καὶ ὁ ἀνὴρ ἐν ἀριστερᾷ, ἔχων ἕναν μόνον κλάδον μύρτου δείκνυσι τὴν σοφίαν τοῦ μουσικοῦ ἀνδρὸς ἀλλὰ καὶ τὸ μουσικῆς κάλλος.
Χάρμα ἰδέσθαι!!!
Υ.Γ. του Γ. Λεκάκη:
Είναι οι αρχαιότερες ξυλογραφίες (ζωγραφική σε ξύλο), με την σύγχρονη έννοια του όρου. Ευρέθη στο «Σπήλαιο των Πιτσών» στην Κορινθία (σπήλαιο που παραμένει απρόσιτο). Χρονολογούνται στο 540 π.Χ. - 520 π.Χ. Θεωρείται «εξαιρετικό εικαστικό έργο». Αρχαιολογικό Μουσείο Αθηνών.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου